Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.26 Joseph. AJ 16.32 (English) >>Joseph. AJ 16.37

16.29τοιαῦτα καταβοώντων παρεστήσατο μὲν βασιλεὺς ἀκοῦσαι τὸν Ἀγρίππαν αὐτῶν δικαιολογουμένων, Νικόλαον δέ τινα τῶν αὐτοῦ φίλων ἔδωκεν εἰπεῖν ὑπὲρ αὐτῶν τὰ δίκαια. 16.30τοῦ δὲ Ἀγρίππου Ῥωμαίων τε τοὺς ἐν τέλει καὶ βασιλέων καὶ δυναστῶν τοὺς παρόντας αὐτῷ συνέδρους ποιησαμένου καταστὰς Νικόλαος ὑπὲρ τῶν Ἰουδαίων ἔλεξεν· 16.31

Ἅπασι μὲν, μέγιστε Ἀγρίππα, τοῖς ἐν χρείᾳ γεγενημένοις ἀνάγκη καταφεύγειν ἐπὶ τοὺς ἀφελέσθαι τὰς ἐπηρείας αὐτῶν δυνησομένους, τοῖς δὲ νῦν ἐντυγχάνουσιν καὶ παρρησία· 16.32τυχόντες γὰρ πρότερον ὑμῶν οἵους ηὔξαντο πολλάκις, τὸ μὴ τὰς χάριτας ἀφαιρεῖσθαι διʼ ὑμῶν αἰτοῦνται τῶν δεδωκότων, καὶ ταῦτα εἰληφότες μὲν αὐτὰς παρὰ τούτων, οἷς μόνοις διδόναι δύναμις, ἀφαιρούμενοι δʼ ὑπʼ οὐδενὸς κρείττονος, ἀλλʼ οὓς ἴσον ἔχειν αὐτοῖς ἀρχομένους ὁμοίως ὑμῶν ἴσασιν. 16.33καίτοι γε εἴτε μεγάλων ἠξιώθησαν, ἔπαινός ἐστιν τῶν τετυχηκότων ὅτι τοσούτων παρέσχον αὑτοὺς ἀξίους, εἴτε μικρῶν, αἰσχρὸν μὴ καὶ ταῦτα βεβαιοῦν δεδωκότας. 16.34οἵ γε μὴν ἐμποδὼν ὄντες καὶ πρὸς ἐπήρειαν χρώμενοι Ἰουδαίοις εὔδηλον ὡς ἄμφω ἀδικοῦσιν, τοὺς εἰληφότας, εἰ μὴ νομίζοιεν ἀγαθοὺς οἷς οἱ κρατοῦντες ἐμαρτύρησαν ἐν τῷ καὶ τοιαῦτα δεδωκέναι, καὶ τοὺς δεδωκότας, εἰ τὰς χάριτας αὐτῶν ἀβεβαίους ἀξιοῦσιν γενέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.26 Joseph. AJ 16.32 (English) >>Joseph. AJ 16.37

Powered by PhiloLogic